Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.51 Joseph. AJ 7.54 (English) >>Joseph. AJ 7.59

7.53

Τούτων δὲ τοιοῦτον λαβόντων τέλος ἧκον ἅπαντες οἱ τοῦ λαοῦ τῶν Ἑβραίων πρῶτοι πρὸς Δαυίδην εἰς Γιβρῶνα οἵ τε χιλίαρχοι καὶ ἡγεμόνες αὐτῶν, καὶ παρεδίδοσαν αὑτοὺς τήν τε εὔνοιαν, ἣν ἔτι καὶ Σαούλου ζῶντος εἶχον πρὸς αὐτόν, ὑπομιμνήσκοντες καὶ τὴν τιμήν, ἣν γενόμενον τότε χιλίαρχον τιμῶντες οὐ διέλιπον, ὅτι τε βασιλεὺς ὑπὸ τοῦ θεοῦ διὰ Σαμουήλου τοῦ προφήτου χειροτονηθείη καὶ παῖδες αὐτοῦ καὶ ὡς τὴν Ἑβραίων χώραν αὐτῷ σῶσαι καταγωνισαμένῳ Παλαιστίνους δέδωκεν θεὸς ἐμφανίζοντες. 7.54 δὲ ταύτης τε ἀποδέχεται τῆς προθυμίας αὐτοὺς καὶ παρακαλέσας διαμένειν, οὐ γὰρ ἔσεσθαι μετάνοιαν αὐτοῖς ἐκ τοῦ τοιούτου, καὶ κατευωχήσας καὶ φιλοφρονησάμενος ἔπεμψε τὸν λαὸν παρʼ αὐτὸν ἄξοντας ἅπαντα. 7.55καὶ συνῆλθον ἐκ μὲν τῆς Ἰούδα φυλῆς ὁπλιτῶν ὡς ὀκτακόσιοι καὶ ἑξακισχίλιοι φοροῦντες ὅπλα θυρεὸν καὶ σιρομάστην· οὗτοι δὲ τῷ Σαούλου παιδὶ παρέμενον· τούτων γὰρ χωρὶς Ἰούδα φυλὴ τὸν Δαυίδην ἀπέδειξε βασιλέα. 7.56ἐκ δὲ τῆς Συμεωνίδος φυλῆς ἑπτακισχίλιοι καὶ ἑκατόν. ἐκ δὲ τῆς Ληουίτιδος τετρακισχίλιοι καὶ ἑπτακόσιοι ἔχοντες ἄρχοντα Ἰώδαμον· μετὰ τούτοις ἦν ἀρχιερεὺς Σάδωκος σὺν εἴκοσι δύο συγγενέσιν ἡγεμόσιν. ἐκ δὲ τῆς Βενιαμίτιδος φυλῆς ὁπλῖται τετρακισχίλιοι· γὰρ φυλὴ περιέμενεν ἔτι τῶν τοῦ γένους Σαούλου τινὰ βασιλεύσειν προσδοκῶσα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.51 Joseph. AJ 7.54 (English) >>Joseph. AJ 7.59

Powered by PhiloLogic